Add parallel Print Page Options

Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλείνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· θάρσει τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. καὶ ἰδοὺ τινὲς τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον· εἰπεῖν· ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ· [a]ἐγερθεὶς ἆρόν σου τὴν κλείνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι [b]ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ ἀκούσας εἶπεν· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ [c]ἁμαρτωλούς.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;

15 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται. ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [d]εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.

22 Ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· θάρσει θύγατερ, ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 ἔλεγεν· ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, [e]υἱὲ Δαυείδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναὶ κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον. 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.

37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 9:6 ἐγερθεὶς א C K L W Δ Θ 1424; εγειρε B D(add και)
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 9:8 ἐφοβήθησαν א B D W 1424; εθαυμασαν C K L Δ Θ
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 9:13 ἁμαρτωλούς א B D W Δ; add εις μετανοιαν C K L Θ 1424
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 9:18 εἷς ἐλθὼν K Δ; (no accents) א2 C* D W Θ; εισελθων 1424; ♦ εις προσελθων א1 B; προσελθων א* Lc(vid); τις προσελθων C3 L*
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 9:27 υἱὲ א C D K L Δ(ο υ̅ε) Θ 1424; υιος B W

And after getting into a boat he crossed the sea and came to his own town.(A)

Jesus Heals a Paralytic

And some people were carrying to him a paralyzed man lying on a stretcher. When Jesus saw their faith, he said to the paralytic, “Take heart, child; your sins are forgiven.”(B) Then some of the scribes said to themselves, “This man is blaspheming.” But Jesus, perceiving their thoughts, said, “Why do you think evil in your hearts?(C) For which is easier: to say, ‘Your sins are forgiven,’ or to say, ‘Stand up and walk’? But so that you may know that the Son of Man has authority on earth to forgive sins”—he then said to the paralytic—“Stand up, take your bed, and go to your home.” And he stood up and went to his home. When the crowds saw it, they were filled with awe, and they glorified God, who had given such authority to human beings.(D)

The Call of Matthew

As Jesus was walking along, he saw a man called Matthew sitting at the tax-collection station, and he said to him, “Follow me.” And he got up and followed him.

10 And as he sat at dinner[a] in the house, many tax collectors and sinners came and were sitting[b] with Jesus and his disciples. 11 When the Pharisees saw this, they said to his disciples, “Why does your teacher eat with tax collectors and sinners?”(E) 12 But when he heard this, he said, “Those who are well have no need of a physician, but those who are sick. 13 Go and learn what this means, ‘I desire mercy, not sacrifice.’ For I have not come to call the righteous but sinners.”(F)

The Question about Fasting

14 Then the disciples of John came to him, saying, “Why do we and the Pharisees fast often,[c] but your disciples do not fast?”(G) 15 And Jesus said to them, “The wedding attendants cannot mourn as long as the bridegroom is with them, can they? The days will come when the bridegroom is taken away from them, and then they will fast.(H) 16 No one sews a piece of unshrunk cloth on an old cloak, for the patch pulls away from the cloak, and a worse tear is made. 17 Neither is new wine put into old wineskins; otherwise, the skins burst, and the wine is spilled, and the skins are ruined, but new wine is put into fresh wineskins, and so both are preserved.”

A Girl Restored to Life and a Woman Healed

18 While he was saying these things to them, suddenly a leader came in and knelt before him, saying, “My daughter has just died, but come and lay your hand on her, and she will live.”(I) 19 And Jesus got up and followed him, with his disciples. 20 Then suddenly a woman who had been suffering from a flow of blood for twelve years came up behind him and touched the fringe of his cloak,(J) 21 for she was saying to herself, “If I only touch his cloak, I will be made well.”(K) 22 Jesus turned, and seeing her he said, “Take heart, daughter; your faith has made you well.” And the woman was made well from that moment.(L) 23 When Jesus came to the leader’s house and saw the flute players and the crowd making a commotion,(M) 24 he said, “Go away, for the girl is not dead but sleeping.” And they laughed at him.(N) 25 But when the crowd had been put outside, he went in and took her by the hand, and the girl got up. 26 And the report of this spread through all of that district.

Jesus Heals Two Blind Men

27 As Jesus went on from there, two blind men followed him, crying loudly, “Have mercy on us, Son of David!”(O) 28 When he entered the house, the blind men came to him, and Jesus said to them, “Do you have faith that I can do this?” They said to him, “Yes, Lord.” 29 Then he touched their eyes and said, “According to your faith, let it be done to you.” 30 And their eyes were opened. Then Jesus sternly ordered them, “See that no one knows of this.”(P) 31 But they went away and spread the news about him through all of that district.(Q)

Jesus Heals One Who Was Mute

32 After they had gone away, a demon-possessed man who was mute was brought to him.(R) 33 And when the demon had been cast out, the one who had been mute spoke, and the crowds were amazed and said, “Never has anything like this been seen in Israel.” 34 But the Pharisees were saying, “By the ruler of the demons he casts out the demons.”(S)

The Harvest Is Great, the Laborers Few

35 Then Jesus went about all the cities and villages, teaching in their synagogues and proclaiming the good news of the kingdom and curing every disease and every sickness.(T) 36 When he saw the crowds, he had compassion for them because they were harassed and helpless, like sheep without a shepherd.(U) 37 Then he said to his disciples, “The harvest is plentiful, but the laborers are few;(V) 38 therefore ask the Lord of the harvest to send out laborers into his harvest.”

Footnotes

  1. 9.10 Gk reclined
  2. 9.10 Gk were reclining
  3. 9.14 Other ancient authorities lack often