Add parallel Print Page Options

Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν. εἶπεν δὲ αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς· γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ [a]ἄνθρωπος.

Καὶ ἀναγαγὼν [b]αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ [c]Ἰησοῦς· γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Ἤγαγεν δὲ αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε· 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.

14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.

16 Καὶ ἦλθεν εἰς Ναζαρὰ οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἡσαΐου· καὶ [d]ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον 18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, [e]ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 23 καὶ εἶπεν πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.

24 Εἶπεν δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν· πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λειμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν· 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος.

28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα· 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν ὥστε κατακρημνίσαι αὐτόν. 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν. 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34 ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;

37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

40 Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [f]κράζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτὸν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην. 44 καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς [g]τῆς Ἰουδαίας.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:4 ἄνθρωπος א B L W; add αλλ επι παντι ρηματι θεου A D(εν for επι) K Δ Θ Ψ 69; add αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου 1424
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:5 αὐτὸν א* B L; add εις ορος W; add εις ορος υψηλον א1 D(υψηλον λιαν); add ο διαβολος εις ορος υψηλον A K Δ Θ Ψ 69(υψηλον λιαν) 1424
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 Ἰησοῦς א B D L W; add υπαγε οπισω μου σατανα A K Δ Θ Ψ 69 1424
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:17 ἀναπτύξας א D*(απτυξας) D1 K Δ Θ Ψ 69 1424; ♦ ανοιξας A B L W
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:18 ἀπέσταλκέν με א B D L W 69; add ιασασθαι τους συντετριμμενους την καρδιαν A K Δ Θ Ψ 1424
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κράζοντα א*(κραζοντων) א2 B C K L Q(vid) Θ Ψ 1424; κραυγαζοντα A D W Δ 69
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 τῆς Ἰουδαίας P75(vid της ϊ[ουδαια]ς̣]) א B C L Q; των ιουδαιων W; της γαλιλαιας A D K Δ Θ Ψ 69; αυτων 1424

The Temptation of Jesus

Jesus, full of the Holy Spirit, returned from the Jordan and was led by the Spirit in the wilderness, where for forty days he was tempted by the devil. He ate nothing at all during those days, and when they were over, he was famished. The devil said to him, ‘If you are the Son of God, command this stone to become a loaf of bread.’ Jesus answered him, ‘It is written, “One does not live by bread alone.”’

Then the devil[a] led him up and showed him in an instant all the kingdoms of the world. And the devil[b] said to him, ‘To you I will give their glory and all this authority; for it has been given over to me, and I give it to anyone I please. If you, then, will worship me, it will all be yours.’ Jesus answered him, ‘It is written,

“Worship the Lord your God,
    and serve only him.”’

Then the devil[c] took him to Jerusalem, and placed him on the pinnacle of the temple, saying to him, ‘If you are the Son of God, throw yourself down from here, 10 for it is written,

“He will command his angels concerning you,
    to protect you”,

11 and

“On their hands they will bear you up,
    so that you will not dash your foot against a stone.”’

12 Jesus answered him, ‘It is said, “Do not put the Lord your God to the test.”’ 13 When the devil had finished every test, he departed from him until an opportune time.

The Beginning of the Galilean Ministry

14 Then Jesus, filled with the power of the Spirit, returned to Galilee, and a report about him spread through all the surrounding country. 15 He began to teach in their synagogues and was praised by everyone.

The Rejection of Jesus at Nazareth

16 When he came to Nazareth, where he had been brought up, he went to the synagogue on the sabbath day, as was his custom. He stood up to read, 17 and the scroll of the prophet Isaiah was given to him. He unrolled the scroll and found the place where it was written:

18 ‘The Spirit of the Lord is upon me,
    because he has anointed me
        to bring good news to the poor.
He has sent me to proclaim release to the captives
    and recovery of sight to the blind,
        to let the oppressed go free,
19 to proclaim the year of the Lord’s favour.’

20 And he rolled up the scroll, gave it back to the attendant, and sat down. The eyes of all in the synagogue were fixed on him. 21 Then he began to say to them, ‘Today this scripture has been fulfilled in your hearing.’ 22 All spoke well of him and were amazed at the gracious words that came from his mouth. They said, ‘Is not this Joseph’s son?’ 23 He said to them, ‘Doubtless you will quote to me this proverb, “Doctor, cure yourself!” And you will say, “Do here also in your home town the things that we have heard you did at Capernaum.”’ 24 And he said, ‘Truly I tell you, no prophet is accepted in the prophet’s home town. 25 But the truth is, there were many widows in Israel in the time of Elijah, when the heaven was shut up for three years and six months, and there was a severe famine over all the land; 26 yet Elijah was sent to none of them except to a widow at Zarephath in Sidon. 27 There were also many lepers[d] in Israel in the time of the prophet Elisha, and none of them was cleansed except Naaman the Syrian.’ 28 When they heard this, all in the synagogue were filled with rage. 29 They got up, drove him out of the town, and led him to the brow of the hill on which their town was built, so that they might hurl him off the cliff. 30 But he passed through the midst of them and went on his way.

The Man with an Unclean Spirit

31 He went down to Capernaum, a city in Galilee, and was teaching them on the sabbath. 32 They were astounded at his teaching, because he spoke with authority. 33 In the synagogue there was a man who had the spirit of an unclean demon, and he cried out with a loud voice, 34 ‘Let us alone! What have you to do with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are, the Holy One of God.’ 35 But Jesus rebuked him, saying, ‘Be silent, and come out of him!’ When the demon had thrown him down before them, he came out of him without having done him any harm. 36 They were all amazed and kept saying to one another, ‘What kind of utterance is this? For with authority and power he commands the unclean spirits, and out they come!’ 37 And a report about him began to reach every place in the region.

Healings at Simon’s House

38 After leaving the synagogue he entered Simon’s house. Now Simon’s mother-in-law was suffering from a high fever, and they asked him about her. 39 Then he stood over her and rebuked the fever, and it left her. Immediately she got up and began to serve them.

40 As the sun was setting, all those who had any who were sick with various kinds of diseases brought them to him; and he laid his hands on each of them and cured them. 41 Demons also came out of many, shouting, ‘You are the Son of God!’ But he rebuked them and would not allow them to speak, because they knew that he was the Messiah.[e]

Jesus Preaches in the Synagogues

42 At daybreak he departed and went into a deserted place. And the crowds were looking for him; and when they reached him, they wanted to prevent him from leaving them. 43 But he said to them, ‘I must proclaim the good news of the kingdom of God to the other cities also; for I was sent for this purpose.’ 44 So he continued proclaiming the message in the synagogues of Judea.[f]

Footnotes

  1. Luke 4:5 Gk he
  2. Luke 4:6 Gk he
  3. Luke 4:9 Gk he
  4. Luke 4:27 The terms leper and leprosy can refer to several diseases
  5. Luke 4:41 Or the Christ
  6. Luke 4:44 Other ancient authorities read Galilee