Add parallel Print Page Options

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ οὔσῃ ἐνκύῳ.

Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. [a]καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυείδ. 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14 δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις [b]εὐδοκίας.

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.

19 Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. 22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται· 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου· ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.

25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἱερουσαλὴμ ᾧ ὄνομα Συμεὼν καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν. 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον [c]πρὶν ἂν ἴδῃ τὸν χριστὸν κυρίου 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 Καὶ ἦν [d]ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ [e]δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενείας αὐτῆς· 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἱερουσαλήμ.

39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.

40 Τὸ δὲ παιδίον [f]ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό.

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.

42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα ἀναβαινόντων [g]αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ [h]ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς. 45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.

49 Καὶ εἶπεν πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:9 καὶ‌1 א B L W; ♦ add ιδου A D K Δ Θ Ψ 69 1424
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:14 εὐδοκίας א* A B* D W; ευδοκια א1 B2 K L Δ Θ Ψ 69 1424
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:26 πρὶν ἂν B Θ; ♦ πριν η αν א2 Ψ; πριν ἡ να L(vid); ♦ πριν η A D K Δ; πριν W 69 1424; εως αν א*
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 ὁ πατὴρ αὐτοῦ א B D L W; ιωσηφ K Δ Θ 69 1424; ο ιωσηφ A Ψ
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:35 δὲ א A D K Δ Θ 69 1424; ♦ omit B L W Ψ
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:40 ηὔξανεν καὶ ἐκραταιοῦτο א B L W; εκραταιουτο και ηυξανε D*(ηυξανετο) D1; add πνευματι A K Δ Θ Ψ 69 1424
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 αὐτῶν א B L W; ♦ add εις ιεροσολυμα A C(vid ο]λυμα) K Δ Θ Ψ 69 1424
  8. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2:43 ἔγνωσαν οἱ γονεῖς א B D L W Θ; εγνω ιωσηφ και η μητηρ A C K Ψ 69; εγνωσαν ο ιωσηφ και η μητηρ Δ 1424

The Birth of Jesus

In those days a decree went out from Emperor Augustus that all the world should be registered. This was the first registration and was taken while Quirinius was governor of Syria. All went to their own towns to be registered. Joseph also went from the town of Nazareth in Galilee to Judea, to the city of David called Bethlehem, because he was descended from the house and family of David. He went to be registered with Mary, to whom he was engaged and who was expecting a child. While they were there, the time came for her to deliver her child. And she gave birth to her firstborn son and wrapped him in bands of cloth, and laid him in a manger, because there was no place for them in the inn.

The Shepherds and the Angels

In that region there were shepherds living in the fields, keeping watch over their flock by night. Then an angel of the Lord stood before them, and the glory of the Lord shone around them, and they were terrified. 10 But the angel said to them, ‘Do not be afraid; for see—I am bringing you good news of great joy for all the people: 11 to you is born this day in the city of David a Saviour, who is the Messiah,[a] the Lord. 12 This will be a sign for you: you will find a child wrapped in bands of cloth and lying in a manger.’ 13 And suddenly there was with the angel a multitude of the heavenly host,[b] praising God and saying,

14 ‘Glory to God in the highest heaven,
    and on earth peace among those whom he favours!’[c]

15 When the angels had left them and gone into heaven, the shepherds said to one another, ‘Let us go now to Bethlehem and see this thing that has taken place, which the Lord has made known to us.’ 16 So they went with haste and found Mary and Joseph, and the child lying in the manger. 17 When they saw this, they made known what had been told them about this child; 18 and all who heard it were amazed at what the shepherds told them. 19 But Mary treasured all these words and pondered them in her heart. 20 The shepherds returned, glorifying and praising God for all they had heard and seen, as it had been told them.

Jesus Is Named

21 After eight days had passed, it was time to circumcise the child; and he was called Jesus, the name given by the angel before he was conceived in the womb.

Jesus Is Presented in the Temple

22 When the time came for their purification according to the law of Moses, they brought him up to Jerusalem to present him to the Lord 23 (as it is written in the law of the Lord, ‘Every firstborn male shall be designated as holy to the Lord’), 24 and they offered a sacrifice according to what is stated in the law of the Lord, ‘a pair of turtle-doves or two young pigeons.’

25 Now there was a man in Jerusalem whose name was Simeon;[d] this man was righteous and devout, looking forward to the consolation of Israel, and the Holy Spirit rested on him. 26 It had been revealed to him by the Holy Spirit that he would not see death before he had seen the Lord’s Messiah.[e] 27 Guided by the Spirit, Simeon[f] came into the temple; and when the parents brought in the child Jesus, to do for him what was customary under the law, 28 Simeon[g] took him in his arms and praised God, saying,

29 ‘Master, now you are dismissing your servant[h] in peace,
    according to your word;
30 for my eyes have seen your salvation,
31     which you have prepared in the presence of all peoples,
32 a light for revelation to the Gentiles
    and for glory to your people Israel.’

33 And the child’s father and mother were amazed at what was being said about him. 34 Then Simeon[i] blessed them and said to his mother Mary, ‘This child is destined for the falling and the rising of many in Israel, and to be a sign that will be opposed 35 so that the inner thoughts of many will be revealed—and a sword will pierce your own soul too.’

36 There was also a prophet, Anna[j] the daughter of Phanuel, of the tribe of Asher. She was of a great age, having lived with her husband for seven years after her marriage, 37 then as a widow to the age of eighty-four. She never left the temple but worshipped there with fasting and prayer night and day. 38 At that moment she came, and began to praise God and to speak about the child[k] to all who were looking for the redemption of Jerusalem.

The Return to Nazareth

39 When they had finished everything required by the law of the Lord, they returned to Galilee, to their own town of Nazareth. 40 The child grew and became strong, filled with wisdom; and the favour of God was upon him.

The Boy Jesus in the Temple

41 Now every year his parents went to Jerusalem for the festival of the Passover. 42 And when he was twelve years old, they went up as usual for the festival. 43 When the festival was ended and they started to return, the boy Jesus stayed behind in Jerusalem, but his parents did not know it. 44 Assuming that he was in the group of travellers, they went a day’s journey. Then they started to look for him among their relatives and friends. 45 When they did not find him, they returned to Jerusalem to search for him. 46 After three days they found him in the temple, sitting among the teachers, listening to them and asking them questions. 47 And all who heard him were amazed at his understanding and his answers. 48 When his parents[l] saw him they were astonished; and his mother said to him, ‘Child, why have you treated us like this? Look, your father and I have been searching for you in great anxiety.’ 49 He said to them, ‘Why were you searching for me? Did you not know that I must be in my Father’s house?’[m] 50 But they did not understand what he said to them. 51 Then he went down with them and came to Nazareth, and was obedient to them. His mother treasured all these things in her heart.

52 And Jesus increased in wisdom and in years,[n] and in divine and human favour.

Footnotes

  1. Luke 2:11 Or the Christ
  2. Luke 2:13 Gk army
  3. Luke 2:14 Other ancient authorities read peace, goodwill among people
  4. Luke 2:25 Gk Symeon
  5. Luke 2:26 Or the Lord’s Christ
  6. Luke 2:27 Gk In the Spirit, he
  7. Luke 2:28 Gk he
  8. Luke 2:29 Gk slave
  9. Luke 2:34 Gk Symeon
  10. Luke 2:36 Gk Hanna
  11. Luke 2:38 Gk him
  12. Luke 2:48 Gk they
  13. Luke 2:49 Or be about my Father’s interests?
  14. Luke 2:52 Or in stature