Add parallel Print Page Options

Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον [a]ἑστηκὸς ὡς ἐσφαγμένον, [b]ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, [c]οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, [d]ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν [e]αἱ προσευχαὶ τῶν ἁγίων·

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἔχων WH Treg NIV ] ἔχον RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 οἵ WH Treg NIV ] ἃ RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:8 αἱ WH Treg NIV ] – RP