Add parallel Print Page Options

καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ [a]θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν, καὶ αὐτοὶ [b]λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς [c]μετ’ αὐτῶν ἔσται, καὶ ἐξαλείψει πᾶν δάκρυον [d]ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται [e]ἔτι. τὰ πρῶτα ἀπῆλθαν.

Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ [f]καινὰ ποιῶ πάντα. καὶ [g]λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι [h]πιστοὶ καὶ ἀληθινοί εἰσιν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 θρόνου WH NIV ] οὐρανοῦ Treg RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 λαοὶ WH Treg NIV ] λαὸς RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:3 μετ’ αὐτῶν ἔσται WH Treg ] ἔσται μετ’ αὐτῶν RP; μετ’ αὐτῶν ἔσται αὐτῶν θεός NIV
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:4 ἔτι. WH ] ἔτι, ὅτι Treg NIV RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 καινὰ ποιῶ πάντα WH Treg NIV ] πάντα καινὰ ποιῶ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 λέγει WH NIV ] + μοι Treg RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NIV ] ἀληθινοὶ καὶ πιστοί RP