ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:1-8
SBL Greek New Testament
2 Τῷ ἀγγέλῳ [a]τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2 Οἶδα τὰ ἔργα σου, καὶ τὸν [b]κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς [c]ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· 3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ [d]οὐ κεκοπίακες. 4 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. 5 μνημόνευε οὖν πόθεν [e]πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί [f]σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6 ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ [g]θεοῦ.
8 Καὶ τῷ ἀγγέλῳ [h]τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:1 τῆς Treg NIV RP ] τῷ WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2 κόπον WH Treg NIV ] + σου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2 ἀποστόλους WH Treg NIV ] + εἶναι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:3 οὐ κεκοπίακες WH Treg NIV ] οὐκ ἐκοπίασας RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5 πέπτωκας Treg NIV RP ] πέπτωκες WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5 σοι WH Treg NIV ] + ταχύ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7 θεοῦ WH Treg NIV ] + μου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:8 τῆς Treg NIV RP ] τῷ WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software