Add parallel Print Page Options

καὶ δεύτερον [a]εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ [b]τῷ θρόνῳ λέγοντες· Ἀμήν, Ἁλληλουϊά.

Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε [c]τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [d]καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:3 εἴρηκαν WH Treg NIV ] εἴρηκεν RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:4 τῷ θρόνῳ WH Treg NIV ] τοῦ θρόνου RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 τῷ θεῷ WH Treg NIV ] τὸν θεὸν RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 καὶ Treg NIV RP ] – WH