Add parallel Print Page Options

18 καὶ [a]ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ [b]ἔκραξαν κλαίοντες καὶ [c]πενθοῦντες λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:18 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 πενθοῦντες WH Treg NIV ] + καὶ RP