Add parallel Print Page Options

14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· [a]ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ [b]λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ [c]θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:14 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NIV ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:15 λέγοντες WH NIV ] λέγουσαι Treg RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:16 θεοῦ καθήμενοι WH NIV ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP