A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6SBL Greek New Testament (SBLGNT)

Καὶ εἶδον [a]ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· [b]Ἔρχου. καὶ [c]εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.

Καὶ ὅτε ἤνοιξεν τὴν [d]σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς [e]καὶ ἵνα ἀλλήλους [f]σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ [g]εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα [h]ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες [i]κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [j]φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· [k]Ἔρχου. καὶ [l]εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει [m]μετ’ αὐτοῦ, καὶ ἐδόθη [n]αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν [o]μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα [p]ἀναπαύσονται ἔτι χρόνον [q]μικρόν, ἕως [r]πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ [s]αὐτῶν οἱ μέλλοντες [t]ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

12 Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος [u]ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ [v]βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16 καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς [w]αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

Footnotes:

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 ὅτε WH Treg NIV ] ὅτι RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:2 εἶδον καὶ WH Treg NIV ] – RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:3 σφραγῖδα τὴν δευτέραν WH Treg NIV ] δευτέραν σφραγῖδα RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 καὶ WH Treg NIV ] – RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 σφάξουσιν WH Treg NIV ] σφάξωσιν RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:5 εἶδον WH Treg NIV ] ἴδε RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 ὡς WH Treg NIV ] – RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 κριθῶν WH Treg NIV ] κριθῆς RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 φωνὴν WH Treg NIV ] – RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 εἶδον καὶ WH Treg NIV ] – RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:9 μαρτυρίαν WH Treg NIV ] + τοῦ ἀρνίου RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀναπαύσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 μικρόν WH Treg NIV ] – RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 πληρωθῶσιν WH NIV ] πληρώσωσιν Treg RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 αὐτῶν WH Treg NIV ] + καὶ RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀποκτέννεσθαι WH Treg NIV ] ἀποκτένεσθαι RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:12 ἐγένετο μέλας WH Treg NIV ] μέλας ἐγένετο RP
  22. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:13 βάλλει WH Treg NIV ] βαλοῦσα RP
  23. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:17 αὐτῶν WH Treg NIV ] αὐτοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes