A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 221894 Scrivener New Testament (TR1894)

22 και εδειξεν μοι καθαρον ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου

εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εντευθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα ενα εκαστον αποδιδουν τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων

και παν καταναθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω

και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων

και νυξ ουκ εσται εκει και χρειαν ουκ εχουσιν λυχνου και φωτος ηλιου οτι κυριος ο θεος φωτιζει αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων

και ειπεν μοι ουτοι οι λογοι πιστοι και αληθινοι και κυριος ο θεος των αγιων προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει

ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου

και εγω ιωαννης ο βλεπων ταυτα και ακουων και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα

και λεγει μοι ορα μη συνδουλος σου γαρ ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον

10 και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου οτι ο καιρος εγγυς εστιν

11 ο αδικων αδικησατω ετι και ο ρυπων ρυπωσατω ετι και ο δικαιος δικαιωθητω ετι και ο αγιος αγιασθητω ετι

12 και ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον αυτου εσται

13 εγω ειμι το α και το ω αρχη και τελος ο πρωτος και ο εσχατος

14 μακαριοι οι ποιουντες τας εντολας αυτου ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν

15 εξω δε οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας ο φιλων και ποιων ψευδος

16 εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος του δαβιδ ο αστηρ ο λαμπρος και ορθρινος

17 και το πνευμα και η νυμφη λεγουσιν ελθε και ο ακουων ειπατω ελθε και ο διψων ελθετω και ο θελων λαμβανετω το υδωρ ζωης δωρεαν

18 συμμαρτυρουμαι γαρ παντι ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιτιθη προς ταυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν βιβλιω τουτω

19 και εαν τις αφαιρη απο των λογων βιβλου της προφητειας ταυτης αφαιρησει ο θεος το μερος αυτου απο βιβλου της ζωης και εκ της πολεως της αγιας και των γεγραμμενων εν βιβλιω τουτω

20 λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ναι ερχου κυριε ιησου

21 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes