A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 141881 Westcott-Hort New Testament (WHNU)

14 και ειδον και ιδου το αρνιον εστος επι το ορος σιων και μετ αυτου εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων

και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων

και αδουσιν ως ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσερακοντα τεσσαρες χιλιαδες οι ηγορασμενοι απο της γης

ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι οι ακολουθουντες τω αρνιω οπου αν υπαγει ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω

και εν τω στοματι αυτων ουχ ευρεθη ψευδος αμωμοι εισιν

και ειδον αλλον αγγελον πετομενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι επι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον

λεγων εν φωνη μεγαλη φοβηθητε τον θεον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και θαλασσαν και πηγας υδατων

και αλλος δευτερος [αγγελος] ηκολουθησεν λεγων επεσεν επεσεν βαβυλων η μεγαλη η εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα τα εθνη

και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου

10 και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον αγγελων αγιων και ενωπιον του αρνιου

11 και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου

12 ωδε η υπομονη των αγιων εστιν οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου

13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι ναι λεγει το πνευμα ινα αναπαησονται εκ των κοπων αυτων τα γαρ εργα αυτων ακολουθει μετ αυτων

14 και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενον ομοιον υιον ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ

15 και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν η ωρα θερισαι οτι εξηρανθη ο θερισμος της γης

16 και εβαλεν ο καθημενος επι της νεφελης το δρεπανον αυτου επι την γην και εθερισθη η γη

17 και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ

18 και αλλος αγγελος [εξηλθεν] εκ του θυσιαστηριου [ο] εχων εξουσιαν επι του πυρος και εφωνησεν φωνη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης οτι ηκμασαν αι σταφυλαι αυτης

19 και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου τον μεγαν

20 και επατηθη η ληνος εξωθεν της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes