A A A A A
Bible Book List

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 21881 Westcott-Hort New Testament (WHNU)

ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι

πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες

μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων

μη τα εαυτων εκαστοι σκοπουντες αλλα και τα ετερων εκαστοι

τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου

ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω

αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος

εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου

διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα

10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων

11 και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος

12 ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη [ως] εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε

13 θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας

14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων

15 ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω

16 λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα

17 αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν

18 το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι

19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων

20 ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει

21 οι παντες γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου

22 την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον

23 τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης

24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι

25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας

26 επειδη επιποθων ην παντας υμας [ιδειν] και αδημονων διοτι ηκουσατε οτι ησθενησεν

27 και γαρ ησθενησεν παραπλησιον θανατου αλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω

28 σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω

29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε

30 οτι δια το εργον κυριου μεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes