A A A A A
Bible Book List

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2SBL Greek New Testament (SBLGNT)

Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. [a]τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν [b]λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ [c]διαλογισμοῦ. ὡσαύτως [d]καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν [e]καὶ [f]χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 [g]διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ [h]ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

Footnotes:

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:3 τοῦτο WH Treg NIV ] + γὰρ RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:7 λέγω WH Treg NIV ] + ἐν Χριστῷ RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:8 διαλογισμοῦ Treg NIV RP ] διαλογισμῶν WH
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ Treg NIV ] – WH; + τὰς RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ WH Treg NIV ] ἢ RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 χρυσίῳ WH NIV ] χρυσῷ Treg RP
  7. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:12 διδάσκειν δὲ γυναικὶ WH Treg NIV ] Γυναικὶ δὲ διδάσκειν RP
  8. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:14 ἐξαπατηθεῖσα WH Treg NIV ] ἀπατηθεῖσα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes