A A A A A
Bible Book List

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 131881 Westcott-Hort New Testament (WHNU)

13 πασα ψυχη εξουσιαις υπερεχουσαις υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη υπο θεου αι δε ουσαι υπο θεου τεταγμεναι εισιν

ωστε ο αντιτασσομενος τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτες εαυτοις κριμα λημψονται

οι γαρ αρχοντες ουκ εισιν φοβος τω αγαθω εργω αλλα τω κακω θελεις δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεις επαινον εξ αυτης

θεου γαρ διακονος εστιν σοι εις το αγαθον εαν δε το κακον ποιης φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονος εστιν εκδικος εις οργην τω το κακον πρασσοντι

διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν

δια τουτο γαρ και φορους τελειτε λειτουργοι γαρ θεου εισιν εις αυτο τουτο προσκαρτερουντες

αποδοτε πασιν τας οφειλας τω τον φορον τον φορον τω το τελος το τελος τω τον φοβον τον φοβον τω την τιμην την τιμην

μηδενι μηδεν οφειλετε ει μη το αλληλους αγαπαν ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν

το γαρ ου μοιχευσεις ου φονευσεις ου κλεψεις ουκ επιθυμησεις και ει τις ετερα εντολη εν τω λογω τουτω ανακεφαλαιουται [εν τω] αγαπησεις τον πλησιον σου ως σεαυτον

10 η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη

11 και τουτο ειδοτες τον καιρον οτι ωρα ηδη υμας εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν

12 η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτους ενδυσωμεθα [δε] τα οπλα του φωτος

13 ως εν ημερα ευσχημονως περιπατησωμεν μη κωμοις και μεθαις μη κοιταις και ασελγειαις μη εριδι και ζηλω

14 αλλα ενδυσασθε τον κυριον ιησουν χριστον και της σαρκος προνοιαν μη ποιεισθε εις επιθυμιας

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes