A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9SBL Greek New Testament (SBLGNT)

Οὐκ εἰμὶ [a]ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ [b]Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς [c]μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.

Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν [d]ἐστιν αὕτη. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ [e]πεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν [f]μὴ ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ [g]τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; [h]τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ [i]καὶ ὁ νόμος ταῦτα οὐ λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ [j]κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι [k]ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν [l]ἐπ’ ἐλπίδι τοῦ μετέχειν. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς [m]ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;

Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή [n]τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι [o]τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ [p]παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.

15 Ἐγὼ δὲ [q]οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου [r]οὐδεὶς κενώσει. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ [s]γάρ μοί ἐστιν ἐὰν μὴ [t]εὐαγγελίσωμαι. 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν [u]μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ [v]εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, [w]μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος [x]θεοῦ ἀλλ’ ἔννομος [y]Χριστοῦ, ἵνα [z]κερδάνω [aa]τοὺς ἀνόμους· 22 ἐγενόμην τοῖς [ab]ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν [ac]γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23 [ad]πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NIV ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 Ἰησοῦν WH Treg NIV ] + Χριστὸν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:2 μου τῆς WH Treg NIV ] τῆς μου RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:3 ἐστιν αὕτη WH Treg NIV ] αὕτη ἐστιν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:4 πεῖν WH NIV ] πιεῖν Treg RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:6 μὴ WH Treg NIV] τοῦ μὴ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τὸν καρπὸν WH Treg NIV ] ἐκ τοῦ καρποῦ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τίς Holmes Tregmarg] ἢ τίς WH Treg NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:8 καὶ … ταῦτα οὐ WH Treg NIV ] οὐχὶ καὶ … ταῦτα RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:9 κημώσεις Treg NIV ] φιμώσεις WH RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ὀφείλει ἐπ’ ἐλπίδι WH Treg NIV ] ἐπ’ ἐλπίδι ὀφείλει RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ἐπ’ ἐλπίδι τοῦ μετέχειν WH Treg NIV ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:12 ὑμῶν ἐξουσίας WH Treg NIV ] ἐξουσίας ὑμῶν RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:12 τινα ἐγκοπὴν WH Treg NIV ] ἐγκοπὴν τινα RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:13 τὰ WH Treg NIV ] – RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:13 παρεδρεύοντες WH Treg NIV ] προσεδρεύοντες RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐ κέχρημαι οὐδενὶ WH Treg NIV ] οὐδενὶ ἐχρησάμην RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐδεὶς κενώσει WH Treg NIV ] ἵνα τις κενώσῃ RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 γάρ WH Treg NIV ] δέ RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 εὐαγγελίσωμαι WH Treg NIV ] εὐαγγελίζωμαι RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 μού WH Treg NIV ] μοί RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 εὐαγγέλιον WH Treg NIV ] + τοῦ Χριστοῦ RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NIV ] – RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 θεοῦ WH Treg NIV ] θεῷ RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 κερδάνω WH Treg NIV ] κερδήσω RP
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 τοὺς WH Treg NIV ] – RP
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 ἀσθενέσιν WH Treg NIV ] + ὡς RP
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 γέγονα WH Treg NIV ] + τὰ RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:23 πάντα WH Treg NIV ] Τοῦτο RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes