A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8SBL Greek New Testament (SBLGNT)

Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. [a]εἴ τις δοκεῖ [b]ἐγνωκέναι τι, [c]οὔπω [d]ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.

Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς [e]θεὸς εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.

Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ [f]συνηθείᾳ [g]ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. βρῶμα δὲ ἡμᾶς οὐ [h]παραστήσει τῷ θεῷ· οὔτε [i]γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς [j]ἀσθενέσιν. 10 ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 [k]ἀπόλλυται γὰρ ὁ ἀσθενῶν [l]ἐν τῇ σῇ γνώσει, [m]ὁ ἀδελφὸς δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 εἴ WH Treg NIV ] + δέ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἐγνωκέναι WH Treg NIV ] εἰδέναι RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 οὔπω WH Treg NIV ] οὐδέπω οὐδὲν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἔγνω WH Treg NIV ] ἔγνωκεν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:4 θεὸς WH Treg NIV ] + ἕτερος RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:7 συνηθείᾳ WH Treg NIV ] συνειδήσει RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:7 ἕως ἄρτι τοῦ εἰδώλου WH Treg NIV ] τοῦ εἰδώλου ἕως ἄρτι RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:8 παραστήσει WH Treg NIV ] παρίστησιν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:8 γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP ] ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NIV; ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα Treg
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:9 ἀσθενέσιν WH Treg NIV ] ἀσθενοῦσιν RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ἀπόλλυται γὰρ WH Treg NIV ] Καὶ ἀπολεῖται RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ἐν WH Treg NIV ] ἀδελφὸς ἐπὶ RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ὁ ἀδελφὸς WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes