A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 151881 Westcott-Hort New Testament (WHNU)

15 γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε

δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτος ει μη εικη επιστευσατε

παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας

και οτι εταφη και οτι εγηγερται τη ημερα τη τριτη κατα τας γραφας

και οτι ωφθη κηφα ειτα τοις δωδεκα

επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ εξ ων οι πλειονες μενουσιν εως αρτι τινες δε εκοιμηθησαν

επειτα ωφθη ιακωβω ειτα τοις αποστολοις πασιν

εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι

εγω γαρ ειμι ο ελαχιστος των αποστολων ος ουκ ειμι ικανος καλεισθαι αποστολος διοτι εδιωξα την εκκλησιαν του θεου

10 χαριτι δε θεου ειμι ο ειμι και η χαρις αυτου η εις εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλα η χαρις του θεου συν εμοι

11 ειτε ουν εγω ειτε εκεινοι ουτως κηρυσσομεν και ουτως επιστευσατε

12 ει δε χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται πως λεγουσιν εν υμιν τινες οτι αναστασις νεκρων ουκ εστιν

13 ει δε αναστασις νεκρων ουκ εστιν ουδε χριστος εγηγερται

14 ει δε χριστος ουκ εγηγερται κενον αρα το κηρυγμα ημων κενη και η πιστις ημων

15 ευρισκομεθα δε και ψευδομαρτυρες του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται

16 ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστος εγηγερται

17 ει δε χριστος ουκ εγηγερται ματαια η πιστις υμων [εστιν] ετι εστε εν ταις αμαρτιαις υμων

18 αρα και οι κοιμηθεντες εν χριστω απωλοντο

19 ει εν τη ζωη ταυτη εν χριστω ηλπικοτες εσμεν μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν

20 νυνι δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων

21 επειδη γαρ δι ανθρωπου θανατος και δι ανθρωπου αναστασις νεκρων

22 ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν ουτως και εν τω χριστω παντες ζωοποιηθησονται

23 εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επειτα οι του χριστου εν τη παρουσια αυτου

24 ειτα το τελος οταν παραδιδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν

25 δει γαρ αυτον βασιλευειν αχρις ου θη παντας τους εχθρους υπο τους ποδας αυτου

26 εσχατος εχθρος καταργειται ο θανατος

27 παντα γαρ υπεταξεν υπο τους ποδας αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα

28 οταν δε υποταγη αυτω τα παντα τοτε [και] αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεος παντα εν πασιν

29 επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολως νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ αυτων

30 τι και ημεις κινδυνευομεν πασαν ωραν

31 καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν αδελφοι ην εχω εν χριστω ιησου τω κυριω ημων

32 ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελος ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν

33 μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι

34 εκνηψατε δικαιως και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινες εχουσιν προς εντροπην υμιν λαλω

35 αλλα ερει τις πως εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται

36 αφρων συ ο σπειρεις ου ζωοποιειται εαν μη αποθανη

37 και ο σπειρεις ου το σωμα το γενησομενον σπειρεις αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινος των λοιπων

38 ο δε θεος διδωσιν αυτω σωμα καθως ηθελησεν και εκαστω των σπερματων ιδιον σωμα

39 ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε σαρξ πτηνων αλλη δε ιχθυων

40 και σωματα επουρανια και σωματα επιγεια αλλα ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων

41 αλλη δοξα ηλιου και αλλη δοξα σεληνης και αλλη δοξα αστερων αστηρ γαρ αστερος διαφερει εν δοξη

42 ουτως και η αναστασις των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια

43 σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει

44 σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον ει εστιν σωμα ψυχικον εστιν και πνευματικον

45 ουτως και γεγραπται εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν ο εσχατος αδαμ εις πνευμα ζωοποιουν

46 αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον

47 ο πρωτος ανθρωπος εκ γης χοικος ο δευτερος ανθρωπος εξ ουρανου

48 οιος ο χοικος τοιουτοι και οι χοικοι και οιος ο επουρανιος τοιουτοι και οι επουρανιοι

49 και καθως εφορεσαμεν την εικονα του χοικου φορεσωμεν και την εικονα του επουρανιου

50 τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυναται ουδε η φθορα την αφθαρσιαν κληρονομει

51 ιδου μυστηριον υμιν λεγω παντες ου κοιμηθησομεθα παντες δε αλλαγησομεθα

52 εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεις αλλαγησομεθα

53 δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν

54 οταν δε το θνητον τουτο ενδυσηται [την] αθανασιαν τοτε γενησεται ο λογος ο γεγραμμενος κατεποθη ο θανατος εις νικος

55 που σου θανατε το νικος που σου θανατε το κεντρον

56 το δε κεντρον του θανατου η αμαρτια η δε δυναμις της αμαρτιας ο νομος

57 τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων ιησου χριστου

58 ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes