Add parallel Print Page Options

33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [a]ἀρέσῃ τῇ γυναικί, 34 [b]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [c]ἡ ἄγαμος καὶ ἡ [d]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [e]τῷ σώματι καὶ [f]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [g]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [h]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [i]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP