A A A A A
Bible Book List

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 21881 Westcott-Hort New Testament (WHNU)

ερωτωμεν δε υμας αδελφοι υπερ της παρουσιας του κυριου [ημων] ιησου χριστου και ημων επισυναγωγης επ αυτον

εις το μη ταχεως σαλευθηναι υμας απο του νοος μηδε θροεισθαι μητε δια πνευματος μητε δια λογου μητε δι επιστολης ως δι ημων ως οτι ενεστηκεν η ημερα του κυριου

μη τις υμας εξαπατηση κατα μηδενα τροπον οτι εαν μη ελθη η αποστασια πρωτον και αποκαλυφθη ο ανθρωπος της ανομιας ο υιος της απωλειας

ο αντικειμενος και υπεραιρομενος επι παντα λεγομενον θεον η σεβασμα ωστε αυτον εις τον ναον του θεου καθισαι αποδεικνυντα εαυτον οτι εστιν θεος

ου μνημονευετε οτι ετι ων προς υμας ταυτα ελεγον υμιν

και νυν το κατεχον οιδατε εις το αποκαλυφθηναι αυτον εν τω αυτου καιρω

το γαρ μυστηριον ηδη ενεργειται της ανομιας μονον ο κατεχων αρτι εως εκ μεσου γενηται

και τοτε αποκαλυφθησεται ο ανομος ον ο κυριος [ιησους] ανελει τω πνευματι του στοματος αυτου και καταργησει τη επιφανεια της παρουσιας αυτου

ου εστιν η παρουσια κατ ενεργειαν του σατανα εν παση δυναμει και σημειοις και τερασιν ψευδους

10 και εν παση απατη αδικιας τοις απολλυμενοις ανθ ων την αγαπην της αληθειας ουκ εδεξαντο εις το σωθηναι αυτους

11 και δια τουτο πεμπει αυτοις ο θεος ενεργειαν πλανης εις το πιστευσαι αυτους τω ψευδει

12 ινα κριθωσιν παντες οι μη πιστευσαντες τη αληθεια αλλα ευδοκησαντες τη αδικια

13 ημεις δε οφειλομεν ευχαριστειν τω θεω παντοτε περι υμων αδελφοι ηγαπημενοι υπο κυριου οτι ειλατο υμας ο θεος απ αρχης εις σωτηριαν εν αγιασμω πνευματος και πιστει αληθειας

14 εις ο εκαλεσεν υμας δια του ευαγγελιου ημων εις περιποιησιν δοξης του κυριου ημων ιησου χριστου

15 αρα ουν αδελφοι στηκετε και κρατειτε τας παραδοσεις ας εδιδαχθητε ειτε δια λογου ειτε δι επιστολης ημων

16 αυτος δε ο κυριος ημων ιησους χριστος και [ο] θεος ο πατηρ ημων ο αγαπησας ημας και δους παρακλησιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι

17 παρακαλεσαι υμων τας καρδιας και στηριξαι εν παντι εργω και λογω αγαθω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes