Add parallel Print Page Options

παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν υμων ποιουμενοι επι των προσευχων ημων

αδιαλειπτως μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων

ειδοτες αδελφοι ηγαπημενοι υπο θεου την εκλογην υμων

οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και εν πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν εν υμιν δι υμας

και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου

ωστε γενεσθαι υμας τυπους πασιν τοις πιστευουσιν εν τη μακεδονια και τη αχαια

αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και αχαια αλλα και εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν ημας εχειν λαλειν τι

αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω

10 και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ νεκρων ιησουν τον ρυομενον ημας απο της οργης της ερχομενης

Bible Gateway Sponsors