A A A A A
Bible Book List

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 31881 Westcott-Hort New Testament (WHNU)

οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν

πιστον οντα τω ποιησαντι αυτον ως και μωυσης εν [ολω] τω οικω αυτου

πλειονος γαρ ουτος δοξης παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον

πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε παντα κατασκευασας θεος

και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων

χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εαν την παρρησιαν και το καυχημα της ελπιδος [μεχρι τελους βεβαιαν] κατασχωμεν

διο καθως λεγει το πνευμα το αγιον σημερον εαν της φωνης αυτου ακουσητε

μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω

ου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου τεσσερακοντα ετη

10 διο προσωχθισα τη γενεα ταυτη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τας οδους μου

11 ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου

12 βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος

13 αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν αχρις ου το σημερον καλειται ινα μη σκληρυνθη τις εξ υμων απατη της αμαρτιας

14 μετοχοι γαρ του χριστου γεγοναμεν εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν

15 εν τω λεγεσθαι σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω

16 τινες γαρ ακουσαντες παρεπικραναν αλλ ου παντες οι εξελθοντες εξ αιγυπτου δια μωυσεως

17 τισιν δε προσωχθισεν τεσσερακοντα ετη ουχι τοις αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω

18 τισιν δε ωμοσεν μη εισελευσεσθαι εις την καταπαυσιν αυτου ει μη τοις απειθησασιν

19 και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes