Add parallel Print Page Options

Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως [a]ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, [b]φρεναπατᾷ ἑαυτόν· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ [c]ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ [d]ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν [e]ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον [f]ἵνα τῷ σταυρῷ τοῦ [g]Χριστοῦ [h]μὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ [i]περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται [j]κἀγὼ κόσμῳ. 15 [k]οὔτε γὰρ περιτομή τί [l]ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα [m]τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2 ἀναπληρώσετε Treg NIV] ἀναπληρώσατε WH RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3 φρεναπατᾷ ἑαυτόν WH Treg NIV] ἑαυτόν φρεναπατᾷ RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7 ἐὰν WH NIV RP] ἂν Treg
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 ἵνα WH Treg NIV] + μὴ RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 μὴ WH Treg NIV] – RP
  9. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
  10. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:14 κἀγὼ WH Treg NIV] + τῷ RP
  11. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 οὔτε γὰρ WH Treg NIV] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP
  12. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 ἐστιν WH Treg NIV] ἰσχύει RP
  13. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:17 τοῦ WH Treg NIV] + κυρίου RP

αδελφοι εαν και προληφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητος σκοπων σεαυτον μη και συ πειρασθης

αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε τον νομον του χριστου

ει γαρ δοκει τις ειναι τι μηδεν ων εαυτον φρεναπατα

το δε εργον εαυτου δοκιμαζετω εκαστος και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον

εκαστος γαρ το ιδιον φορτιον βαστασει

κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις

μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει

οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον

το δε καλον ποιουντες μη εκκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι

10 αρα ουν ως καιρον εχομεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως

11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι

12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα μη τω σταυρω του χριστου διωκωνται

13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται

14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω τω κοσμω

15 εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα καινη κτισις

16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου

17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του κυριου ιησου εν τω σωματι μου βασταζω

18 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην [προς γαλατας εγραφη απο ρωμης]