A A A A A
Bible Book List

ΠΕΤΡΟΥ Α΄ 51881 Westcott-Hort New Testament (WHNU)

πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος

ποιμανατε το εν υμιν ποιμνιον του θεου μη αναγκαστως αλλα εκουσιως μηδε αισχροκερδως αλλα προθυμως

μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου

και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον

ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω

πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων

νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων καταπιειν

ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν τω κοσμω υμων αδελφοτητι επιτελεισθαι

10 ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει

11 αυτω το κρατος εις τους αιωνας αμην

12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε

13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου

14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes