A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19SBL Greek New Testament (SBLGNT)

19 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Καὶ προσῆλθον [a]αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ [b]λέγοντες· Εἰ ἔξεστιν [c]ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς [d]εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ [e]κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· [f]Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ [g]κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [h]αὐτήν; λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν [i]ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται [j]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

10 Λέγουσιν αὐτῷ οἱ [k]μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον [l]τοῦτον ἀλλ’ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

13 Τότε [m]προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς [n]τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.

16 Καὶ ἰδοὺ εἷς προσελθὼν [o]αὐτῷ εἶπεν· [p]Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα [q]σχῶ ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με [r]ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις [s]εἰς τὴν ζωὴν εἰσελθεῖν, [t]τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς [u]εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· [v]Πάντα ταῦτα [w]ἐφύλαξα· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ [x]δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [y]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν [z]λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι [aa]πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [ab]τρυπήματος ῥαφίδος [ac]εἰσελθεῖν ἢ πλούσιον [ad]εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱ [ae]μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [af]καθήσεσθε καὶ [ag]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [ah]ὅστις ἀφῆκεν [ai]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [aj]γυναῖκα ἢ τέκνα ἢ [ak]ἀγροὺς ἕνεκεν τοῦ [al]ὀνόματός μου, [am]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 αὐτῷ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 λέγοντες WH Treg NIV ] + αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:3 ἀνθρώπῳ Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4 κτίσας WH Treg NIV ] ποιήσας RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 Ἕνεκα WH Treg NIV ] Ἕνεκεν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:5 κολληθήσεται WH Treg NIV ] προσκολληθήσεται RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:7 αὐτήν NIV RP ] WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 ὅτι WH NIV RP ] Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] WH NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:11 τοῦτον Treg NIV RP ] WH
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:13 προσηνέχθησαν WH Treg NIV ] προσηνέχθη RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:15 τὰς χεῖρας αὐτοῖς WH Treg NIV ] αὐτοῖς τὰς χεῖρας RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 αὐτῷ εἶπεν WH Treg NIV ] εἶπεν αὐτῷ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 Διδάσκαλε WH Treg NIV ] + ἀγαθέ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:16 σχῶ WH Treg NIV ] ἔχω RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NIV ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NIV ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17 τήρησον NIV RP ] τήρει WH Treg
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:18 εἶπεν Treg NIV RP ] ἔφη WH
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 Πάντα ταῦτα NIV RP ] Ταῦτα πάντα WH Treg
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:20 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 δὸς RP ] + τοῖς WH Treg NIV
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21 οὐρανοῖς WH Treg NIV ] οὐρανῷ RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:22 λόγον Treg NIV RP ] + τοῦτον WH
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23 πλούσιος δυσκόλως WH Treg NIV ] δυσκόλως πλούσιος RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 τρυπήματος Treg NIV RP ] τρήματος WH
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NIV RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NIV; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:25 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] Treg
  36. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] WH Treg NIV
  37. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
  38. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
  39. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes