Add parallel Print Page Options

10 ἤδη [a]δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

11 Ἐγὼ μὲν [b]ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ [c]καὶ πυρί· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν [d]ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:10 δὲ WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 καὶ πυρί WH Treg NIV ] RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg