A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 31881 Westcott-Hort New Testament (WHNU)

και εισηλθεν παλιν εις συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα

και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου

και λεγει τω ανθρωπω τω την χειρα εχοντι ξηραν εγειρε εις το μεσον

και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων

και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και απεκατεσταθη η χειρ αυτου

και εξελθοντες οι φαρισαιοι ευθυς μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν

και ο ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας ηκολουθησεν και απο της ιουδαιας

και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθος πολυ ακουοντες οσα ποιει ηλθον προς αυτον

και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον

10 πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας

11 και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντα οτι συ ει ο υιος του θεου

12 και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν

13 και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον

14 και εποιησεν δωδεκα ους και αποστολους ωνομασεν ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν

15 και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια [3 16] και εποιησεν τους δωδεκα

16 και επεθηκεν ονομα τω σιμωνι πετρον

17 και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονομα βοανηργες ο εστιν υιοι βροντης

18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον

19 και ιουδαν ισκαριωθ ος και παρεδωκεν αυτον [3 20] και ερχεται εις οικον

20 και συνερχεται παλιν [ο] οχλος ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν

21 και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη

22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια

23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν

24 και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη

25 και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη στηναι

26 και ει ο σατανας ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελος εχει

27 αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει

28 αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν

29 ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλα ενοχος εστιν αιωνιου αμαρτηματος

30 οτι ελεγον πνευμα ακαθαρτον εχει

31 και ερχονται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον

32 και εκαθητο περι αυτον οχλος και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε

33 και αποκριθεις αυτοις λεγει τις εστιν η μητηρ μου και οι αδελφοι

34 και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου

35 ος αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη και μητηρ εστιν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes