A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 21881 Westcott-Hort New Testament (WHNU)

και εισελθων παλιν εις καφαρναουμ δι ημερων ηκουσθη οτι εν οικω εστιν

και συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν και ελαλει αυτοις τον λογον

και ερχονται φεροντες προς αυτον παραλυτικον αιρομενον υπο τεσσαρων

και μη δυναμενοι προσενεγκαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντες χαλωσιν τον κραβαττον οπου ο παραλυτικος κατεκειτο

και ιδων ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφιενται σου αι αμαρτιαι

ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων

τι ουτος ουτως λαλει βλασφημει τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος

και ευθυς επιγνους ο ιησους τω πνευματι αυτου οτι [ουτως] διαλογιζονται εν εαυτοις λεγει [αυτοις] τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων

τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφιενται σου αι αμαρτιαι η ειπειν εγειρου [και] αρον τον κραβαττον σου και περιπατει

10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι αμαρτιας επι της γης λεγει τω παραλυτικω

11 σοι λεγω εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου

12 και ηγερθη και ευθυς αρας τον κραβαττον εξηλθεν εμπροσθεν παντων ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον [λεγοντας] οτι ουτως ουδεποτε ειδομεν

13 και εξηλθεν παλιν παρα την θαλασσαν και πας ο οχλος ηρχετο προς αυτον και εδιδασκεν αυτους

14 και παραγων ειδεν λευιν τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω

15 και γινεται κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι και ηκολουθουν αυτω

16 και οι γραμματεις των φαρισαιων ιδοντες οτι εσθιει μετα των αμαρτωλων και τελωνων ελεγον τοις μαθηταις αυτου οτι μετα των τελωνων και αμαρτωλων εσθιει

17 και ακουσας ο ιησους λεγει αυτοις [οτι] ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους

18 και ησαν οι μαθηται ιωαννου και οι φαρισαιοι νηστευοντες και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι μαθηται των φαρισαιων νηστευουσιν οι δε σοι [μαθηται] ου νηστευουσιν

19 και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν οσον χρονον εχουσιν τον νυμφιον μετ αυτων ου δυνανται νηστευειν

20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν εν εκεινη τη ημερα

21 ουδεις επιβλημα ρακους αγναφου επιραπτει επι ιματιον παλαιον ει δε μη αιρει το πληρωμα απ αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται

22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρηξει ο οινος τους ασκους και ο οινος απολλυται και οι ασκοι [αλλα οινον νεον εις ασκους καινους]

23 και εγενετο αυτον εν τοις σαββασιν διαπορευεσθαι δια των σποριμων και οι μαθηται αυτου ηρξαντο οδον ποιειν τιλλοντες τους σταχυας

24 και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν τοις σαββασιν ο ουκ εξεστιν

25 και λεγει αυτοις ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου

26 [πως] εισηλθεν εις τον οικον του θεου επι αβιαθαρ αρχιερεως και τους αρτους της προθεσεως εφαγεν ους ουκ εξεστιν φαγειν ει μη τους ιερεις και εδωκεν και τοις συν αυτω ουσιν

27 και ελεγεν αυτοις το σαββατον δια τον ανθρωπον εγενετο και ουχ ο ανθρωπος δια το σαββατον

28 ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes