A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 14SBL Greek New Testament (SBLGNT)

14 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ἔλεγον [a]γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε [b]ἔσται θόρυβος τοῦ λαοῦ.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [c]συντρίψασα [d]τὴν ἀλάβαστρον κατέχεεν [e]αὐτοῦ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς [f]ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο [g]τὸ μύρον πραθῆναι ἐπάνω [h]δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [i]αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· [j]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [k]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. ἀμὴν [l]δὲ λέγω ὑμῖν, ὅπου [m]ἐὰν κηρυχθῇ τὸ [n]εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

10 [o]Καὶ Ἰούδας [p]Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν [q]παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς [r]αὐτὸν εὐκαίρως παραδοῖ.

12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου [s]ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά [t]μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· [u]καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ [v]μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων [w]ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 [x]ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι [y]ἐγώ; 20 [z]δὲ εἶπεν αὐτοῖς· [aa]Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς [ab]τὸ τρύβλιον· 21 [ac]ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· [ad]καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

22 Καὶ ἐσθιόντων αὐτῶν [ae]λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· [af]Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 23 καὶ [ag]λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου [ah]τῆς διαθήκης τὸ [ai]ἐκχυννόμενον ὑπὲρ πολλῶν. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες [aj]σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ [ak]τὰ πρόβατα διασκορπισθήσονται. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· [al]Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον [am]ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς [an]με ἀπαρνήσῃ. 31 ὁ δὲ [ao]ἐκπερισσῶς ἐλάλει· Ἐὰν [ap]δέῃ με συναποθανεῖν σοι, οὐ μή σε [aq]ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [ar]Ἰάκωβον καὶ Ἰωάννην μετ’ [as]αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ [at]προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον [au]τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ [av]ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ [aw]πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ [ax]αὐτῶν οἱ ὀφθαλμοὶ [ay]καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί [az]ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε [ba]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

43 Καὶ [bb]εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται [bc]Ἰούδας [bd]εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ [be]ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ [bf]ἀπάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν [bg]εὐθὺς προσελθὼν αὐτῷ λέγει· [bh]Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν [bi]τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [bj]τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ [bk]ὠτάριον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν [bl]ἔφυγον πάντες.

51 Καὶ [bm]νεανίσκος τις [bn]συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν [bo]αὐτόν, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς [bp]ἔφυγεν.

53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ [bq]συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ [br]οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν [bs]ἔνοχον εἶναι θανάτου. 65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν [bt]αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν [bu]ἔλαβον.

66 Καὶ ὄντος τοῦ Πέτρου [bv]κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ [bw]ἦσθα τοῦ Ἰησοῦ· 68 ὁ δὲ ἠρνήσατο λέγων· [bx]Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [by]καὶ ἀλέκτωρ ἐφώνησεν. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν [bz]ἤρξατο πάλιν λέγειν τοῖς [ca]παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ [cb]καὶ ἡ λαλιά σου ὁμοιάζει· 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ [cc]εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα [cd]ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα [ce]φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 γάρ WH Treg NIV ] δέ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 ἔσται θόρυβος WH Treg NIV ] θόρυβος ἔσται RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 συντρίψασα WH NIV ] καὶ συντρίψασα Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 τὴν WH Treg NIV ] τὸ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 αὐτοῦ WH Treg NIV ] + κατὰ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:4 ἑαυτούς WH NIV ] + καὶ λέγοντες Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 τὸ μύρον WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 δηναρίων τριακοσίων WH Treg NIV ] τριακοσίων δηναρίων RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:7 αὐτοῖς NIV Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 δὲ WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 ἐὰν WH NIV RP ] ἂν Treg
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 εὐαγγέλιον WH Treg NIV ] + τοῦτο RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Καὶ WH Treg NIV ] + ὁ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Ἰσκαριὼθ ὁ WH NIV ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 παραδοῖ αὐτοῖς WH Treg NIV ] παραδῷ αὐτὸν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NIV ] εὐκαίρως αὐτὸν παραδῷ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 ἐὰν WH NIV RP ] ἂν Treg
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 μου WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:15 καὶ WH Treg NIV ] – RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:16 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:18 ὁ Ἰησοῦς εἶπεν WH NIV ] εἶπεν ὁ Ἰησοῦς Treg RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἤρξαντο WH NIV ] οἱ δὲ ἤρξαντο Treg RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἐγώ WH Treg NIV ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 Εἷς WH NIV ] + ἐκ Treg RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 τὸ Treg NIV RP ] + ἓν WH
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 ὅτι WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 καλὸν WH NIV ] + ἦν Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 λαβὼν WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 Λάβετε WH Treg NIV ] + φάγετε RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:23 λαβὼν WH Treg NIV ] + τὸ RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 τῆς WH NIV ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NIV ] περὶ πολλῶν ἐκχυνόμενον RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 σκανδαλισθήσεσθε WH Treg NIV ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 τὰ πρόβατα διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται τὰ πρόβατα RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:29 Εἰ καὶ WH Treg NIV ] Καὶ εἰ RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NIV ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 με ἀπαρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ με RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NIV ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 δέῃ με WH Treg NIV ] με δέῃ RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:35 προελθὼν μικρὸν ἔπιπτεν WH NIV ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:36 τοῦτο ἀπ᾽ ἐμοῦ WH Treg NIV ] ἀπ᾽ ἐμοῦ τοῦτο RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:38 ἔλθητε WH NIV ] εἰσέλθητε Treg RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NIV ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 αὐτῶν οἱ ὀφθαλμοὶ WH NIV ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 καταβαρυνόμενοι WH Treg NIV ] βεβαρημένοι RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 ἀποκριθῶσιν αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῶσιν RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:41 τὸ WH NIV ] – Treg RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 Ἰούδας NIV RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εἷς WH Treg NIV ] + ὢν RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 ὄχλος WH Treg NIV ] + πολὺς RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:44 ἀπάγετε WH Treg NIV ] ἀπαγάγετε RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 Ῥαββί WH Treg NIV ] αὐτῷ Ῥαββί ῥαββί RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:46 τὰς χεῖρας αὐτῷ WH Treg NIV ] ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 τις WH NIV RP ] – Treg
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:50 ἔφυγον πάντες WH Treg NIV ] πάντες ἔφυγον RP
  65. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 νεανίσκος τις WH Treg NIV ] εἷς τις νεανίσκος RP
  66. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 συνηκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  67. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 αὐτόν WH Treg NIV ] + οἱ νεανίσκοι RP
  68. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:52 ἔφυγεν WH Treg NIV ] + ἀπ᾽ αὐτῶν RP
  69. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:53 συνέρχονται WH NIV ] + αὐτῷ Treg RP
  70. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:61 οὐκ ἀπεκρίνατο οὐδέν WH Treg NIV ] οὐδὲν ἀπεκρίνατο RP
  71. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:64 ἔνοχον εἶναι WH Treg NIV ] εἶναι ἔνοχον RP
  72. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:65 αὐτοῦ τὸ πρόσωπον WH Treg NIV ] τὸ πρόσωπον αὐτοῦ RP
  73. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:65 ἔλαβον WH Treg NIV ] ἔβαλλον RP
  74. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:66 κάτω ἐν τῇ αὐλῇ WH Treg NIV ] ἐν τῇ αὐλῇ κάτω RP
  75. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:67 ἦσθα τοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ ἦσθα RP
  76. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NIV ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP
  77. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA ] – WH NIV
  78. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 ἤρξατο πάλιν WH NIV ] πάλιν ἤρξατο Treg RP
  79. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 παρεστῶσιν WH Treg NIV ] παρεστηκόσιν RP
  80. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:70 καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NIV
  81. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 εὐθὺς WH Treg NIV ] – RP
  82. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 ὡς WH Treg NIV ] ὃ RP
  83. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NIV ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δίς ἀπαρνήσῃ με τρίς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes