A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 10SBL Greek New Testament (SBLGNT)

10 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [a]καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

[b]Καὶ [c]ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπαν· [d]Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. [e]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν [f]αὐτούς· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [g]καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ [h]εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ [i]περὶ τούτου [j]ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς [k]ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν, 12 καὶ ἐὰν [l]αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα [m]αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ [n]ἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς [o]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ [p]κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.

17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 19 τὰς ἐντολὰς οἶδας· Μὴ [q]φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ [r]ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν [s]σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [t]τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει [u]μοι. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν [v]ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [w]τῆς τρυμαλιᾶς τῆς ῥαφίδος [x]διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς [y]ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; 27 [z]ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ [aa]δυνατὰ παρὰ τῷ θεῷ.

28 Ἤρξατο [ab]λέγειν ὁ Πέτρος αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ [ac]ἠκολουθήκαμέν σοι. 29 [ad]ἔφη ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ [ae]μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ [af]μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [ag]οἱ ἔσχατοι πρῶτοι.

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [ah]οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ [ai]τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [aj]ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ [ak]ἀποκτενοῦσιν, καὶ [al]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [am]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [an]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [ao]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [ap]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [aq]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [ar]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, [as]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· [at]Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου [au]ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 [av]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέ [aw]ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς [ax]ἂν θέλῃ [ay]μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς [az]ἂν θέλῃ [ba]ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ [bb]ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος [bc]τυφλὸς [bd]προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ [be]Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· [bf]Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· [bg]Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, [bh]ἔγειρε, φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ [bi]ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς [bj]αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Τί [bk]σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 [bl]καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ [bm]εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει [bn]αὐτῷ ἐν τῇ ὁδῷ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:1 καὶ WH Treg NIV ] διὰ τοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NIV ] Μωϋσῆς ἐπέτρεψεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:5 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6 αὐτούς WH Treg NIV ] + ὁ θεός RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 εἰς τὴν οἰκίαν WH Treg NIV ] ἐν τῇ οἰκίᾳ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 περὶ τούτου WH Treg NIV ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 ἐπηρώτων WH NIV ] ἐπηρώτησαν Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:11 ἂν WH Treg NIV ] ἐὰν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NIV ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 αὐτῶν ἅψηται WH NIV ] ἅψηται αὐτῶν Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 ἐπετίμησαν αὐτοῖς WH NIV ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15 ἂν WH Treg NIV ] ἐὰν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:16 κατευλόγει τιθεὶς … αὐτά WH NIV ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:19 φονεύσῃς Μὴ μοιχεύσῃς WH NIV ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:20 ἔφη WH NIV ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 σε WH NIV ] σοι Treg RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 τοῖς WH NIV ] Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 μοι WH Treg NIV ] + ἄρας τὸν σταυρόν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:24 ἐστιν WH NIV ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 τῆς τρυμαλιᾶς τῆς NIV RP ] τρυμαλιᾶς WH Treg
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:25 διελθεῖν WH Treg NIV ] εἰσελθεῖν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:26 ἑαυτούς Treg NIV RP ] αὐτόν WH
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27 ἐμβλέψας WH Treg NIV ] + δὲ RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:27 δυνατὰ WH Treg NIV ] + ἐστιν RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:28 λέγειν ὁ Πέτρος WH NIV ] ὁ Πέτρος λέγειν Treg RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:28 ἠκολουθήκαμέν WH Treg NIV ] ἠκολουθήσαμέν RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 ἔφη ὁ Ἰησοῦς WH NIV] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:29 μητέρα ἢ πατέρα WH Treg NIV ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:30 μητέρας WH NIV RP ] μητέρα Treg
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:31 οἱ WH Treg NIV ] – RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32 οἱ δὲ WH Treg NIV ] καὶ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:33 τοῖς WH Treg NIV ] – RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NIV ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἀποκτενοῦσιν WH NIV ] + αὐτόν Treg RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:38 WH Treg NIV ] καὶ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:39 Τὸ WH Treg NIV ] + μὲν RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:40 WH Treg NIV ] καὶ RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἐστιν WH Treg NIV ] ἔσται RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 ἂν WH Treg NIV ] ἐὰν RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:43 μέγας γενέσθαι WH Treg NIV ] γενέσθαι μέγας RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἂν WH NIV ] ἐὰν Treg RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:44 ἐν ὑμῖν εἶναι WH NIV ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 WH Treg NIV ] – RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 τυφλὸς WH Treg NIV ] ὁ τυφλὸς RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Ναζαρηνός WH Treg NIV ] Ναζωραῖός RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:47 Υἱὲ WH Treg NIV ] Ὁ ὑιὸς RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 Φωνήσατε αὐτόν WH Treg NIV ] αὐτὸν φωνηθῆναι RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:49 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:50 ἀναπηδήσας WH Treg NIV ] ἀναστὰς RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NIV ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:51 σοι θέλεις ποιήσω WH Treg NIV ] θέλεις ποιήσω σοί RP
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 καὶ ὁ WH NIV ] ὁ δὲ Treg RP
  65. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  66. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:52 αὐτῷ WH Treg NIV ] τῷ Ἰησοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes