A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 11881 Westcott-Hort New Testament (WHNU)

αρχη του ευαγγελιου ιησου χριστου

καθως γεγραπται εν τω ησαια τω προφητη ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου

φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου

εγενετο ιωαννης ο βαπτιζων εν τη ερημω κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων

και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται παντες και εβαπτιζοντο υπ αυτου εν τω ιορδανη ποταμω εξομολογουμενοι τας αμαρτιας αυτων

και ην ο ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδας και μελι αγριον

και εκηρυσσεν λεγων ερχεται ο ισχυροτερος μου οπισω [μου] ου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου

εγω εβαπτισα υμας υδατι αυτος δε βαπτισει υμας πνευματι αγιω

και εγενετο εν εκειναις ταις ημεραις ηλθεν ιησους απο ναζαρετ της γαλιλαιας και εβαπτισθη εις τον ιορδανην υπο ιωαννου

10 και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον

11 και φωνη [εγενετο] εκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα

12 και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον

13 και ην εν τη ερημω τεσσερακοντα ημερας πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω

14 και μετα το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον του θεου

15 [και λεγων] οτι πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω

16 και παραγων παρα την θαλασσαν της γαλιλαιας ειδεν σιμωνα και ανδρεαν τον αδελφον σιμωνος αμφιβαλλοντας εν τη θαλασση ησαν γαρ αλιεις

17 και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων

18 και ευθυς αφεντες τα δικτυα ηκολουθησαν αυτω

19 και προβας ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα

20 και ευθυς εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου

21 και εισπορευονται εις καφαρναουμ και ευθυς τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν

22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις

23 και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω και ανεκραξεν

24 λεγων τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου

25 και επετιμησεν αυτω ο ιησους [λεγων] φιμωθητι και εξελθε εξ αυτου

26 και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και φωνησαν φωνη μεγαλη εξηλθεν εξ αυτου

27 και εθαμβηθησαν απαντες ωστε συζητειν αυτους λεγοντας τι εστιν τουτο διδαχη καινη κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω

28 και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περιχωρον της γαλιλαιας

29 και ευθυς εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου

30 η δε πενθερα σιμωνος κατεκειτο πυρεσσουσα και ευθυς λεγουσιν αυτω περι αυτης

31 και προσελθων ηγειρεν αυτην κρατησας της χειρος και αφηκεν αυτην ο πυρετος και διηκονει αυτοις

32 οψιας δε γενομενης οτε εδυσεν ο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους

33 και ην ολη η πολις επισυνηγμενη προς την θυραν

34 και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον [χριστον ειναι]

35 και πρωι εννυχα λιαν αναστας εξηλθεν [και απηλθεν] εις ερημον τοπον κακει προσηυχετο

36 και κατεδιωξεν αυτον σιμων και οι μετ αυτου

37 και ευρον αυτον και λεγουσιν αυτω οτι παντες ζητουσιν σε

38 και λεγει αυτοις αγωμεν αλλαχου εις τας εχομενας κωμοπολεις ινα και εκει κηρυξω εις τουτο γαρ εξηλθον

39 και ηλθεν κηρυσσων εις τας συναγωγας αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων

40 και ερχεται προς αυτον λεπρος παρακαλων αυτον [και γονυπετων] λεγων αυτω οτι εαν θελης δυνασαι με καθαρισαι

41 και σπλαγχνισθεις εκτεινας την χειρα αυτου ηψατο και λεγει αυτω θελω καθαρισθητι

42 και ευθυς απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη

43 και εμβριμησαμενος αυτω ευθυς εξεβαλεν αυτον

44 και λεγει αυτω ορα μηδενι μηδεν ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωυσης εις μαρτυριον αυτοις

45 ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν αλλ εξω επ ερημοις τοποις [ην] και ηρχοντο προς αυτον παντοθεν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes