Add parallel Print Page Options

26 καὶ ἀπέστειλεν αὐτὸν [a]εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην [b]εἰσέλθῃς.

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [c]εἶπαν αὐτῷ λέγοντες [d]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [e]ὅτι εἷς τῶν προφητῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰς WH Treg NIV ] + τὸν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰσέλθῃς WH NIV ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP