Add parallel Print Page Options

28 ἔλεγεν γὰρ ὅτι [a]Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29 καὶ [b]εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ [c]εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NIV ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP