Add parallel Print Page Options

εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ [a]ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. 10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν [b]αὑτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν [c]ὁ θεὸς ἡμῖν, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 5:9 ὅτι WH Treg NIV ] ἥν RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 5:10 αὑτῷ WH ] αὐτῷ Treg RP; ἑαυτῷ NIV
  3. ΙΩΑΝΝΟΥ Α΄ 5:11 ὁ θεὸς ἡμῖν WH ] ἡμῖν ὁ θεὸς Treg NIV RP