Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:22-23
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:22-23
SBL Greek New Testament
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν [a]ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:22 ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς WH NIV ] ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ Treg RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34-36
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34-36
SBL Greek New Testament
34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός [a]σου. [b]ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. 35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον [c]μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34 σου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:34 ὅταν WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:36 μέρος τι WH Treg NIV ] τι μέρος RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software