ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:1-4
SBL Greek New Testament
16 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· 3 καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. 4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [c]Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:38-39
SBL Greek New Testament
38 Τότε ἀπεκρίθησαν [a]αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:38 αὐτῷ WH Treg NIV ] – RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 8:11-13
SBL Greek New Testament
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη [a]ζητεῖ σημεῖον; ἀμὴν λέγω [b]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς [c]πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ζητεῖ σημεῖον WH Treg NIV ] σημεῖον ἐπιζητεῖ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ὑμῖν Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:13 πάλιν ἐμβὰς WH NA ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:16
SBL Greek New Testament
16 ἕτεροι δὲ πειράζοντες σημεῖον [a]ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:16 ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ WH Treg NIV ] παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54-56
SBL Greek New Testament
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν [a]ἴδητε νεφέλην ἀνατέλλουσαν [b]ἐπὶ δυσμῶν, εὐθέως λέγετε [c]ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν [d]δὲ καιρὸν τοῦτον πῶς [e]οὐκ οἴδατε δοκιμάζειν;
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἴδητε WH Treg ] + τὴν NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἐπὶ WH NIV ] ἀπὸ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29
SBL Greek New Testament
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη [a]γενεὰ πονηρά ἐστιν· σημεῖον [b]ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [c]Ἰωνᾶ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 γενεὰ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 ζητεῖ WH Treg NIV ] ἐπιζητεῖ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software