ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:1-8
SBL Greek New Testament
12 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε [a]ἐπείνασεν καὶ οἱ μετ’ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως [b]ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8 κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:3 ἐπείνασεν WH Treg NIV ] + αὐτὸς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12:4 ἔφαγον, ὃ WH NIV ] ἔφαγεν, ὃ Treg; ἔφαγεν οὓς RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23-28
SBL Greek New Testament
23 Καὶ ἐγένετο [a]αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ [b]οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί [c]ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25 καὶ [d]λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26 [e]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ [f]τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο [g]καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 αὐτὸν … σάββασιν παραπορεύεσθαι NIV ] αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NIV ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:24 ποιοῦσιν WH Treg NIV ] + ἐν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:25 λέγει WH Treg NIV ] αὐτὸς ἔλεγεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 πῶς WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 τοὺς ἱερεῖς WH NIV ] τοῖς ἱερεῦσιν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:27 καὶ WH Treg NIV ] – RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1-5
SBL Greek New Testament
6 Ἐγένετο δὲ ἐν [a]σαββάτῳ διαπορεύεσθαι αὐτὸν [b]διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ [c]καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. 2 τινὲς δὲ τῶν Φαρισαίων [d]εἶπαν· Τί ποιεῖτε ὃ οὐκ [e]ἔξεστιν τοῖς σάββασιν; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ [f]ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ [g]ὄντες; 4 [h]ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως [i]λαβὼν ἔφαγεν καὶ [j]ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν [k]αὐτοῖς· Κύριός ἐστιν [l]τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 σαββάτῳ WH Treg NIV ] + δευτεροπρώτῳ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 διὰ WH Treg NIV ] + τῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 καὶ ἤσθιον τοὺς στάχυας WH Treg NIV ] τοὺς στάχυας καὶ ἤσθιον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 εἶπαν WH Treg NIV ] +αὐτοῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 ἔξεστιν WH Treg NIV ] + ποιεῖν ἐν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὁπότε RP ] ὅτε WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὄντες NIV RP ] – WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ὡς WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 λαβὼν WH Treg NIV ] ἔλαβεν καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ἔδωκεν WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 αὐτοῖς WH NIV ] + ὅτι Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου WH NIV ] ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦ σαββάτου Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software