ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1-14
SBL Greek New Testament
10 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ [a]δέησις πρὸς τὸν θεὸν ὑπὲρ [b]αὐτῶν εἰς σωτηρίαν. 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν [c]ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 Μωϋσῆς γὰρ γράφει [d]ὅτι τὴν δικαιοσύνην τὴν ἐκ [e]τοῦ νόμου ὁ [f]ποιήσας ἄνθρωπος ζήσεται ἐν [g]αὐτῇ. 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· 7 ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν [h]ὁμολογήσῃς ἐν τῷ στόματί [i]σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 Πῶς οὖν [j]ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [k]πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [l]ἀκούσωσιν χωρὶς κηρύσσοντος;
Read full chapterFootnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 δέησις WH Treg NIV ] + ἡ RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 αὐτῶν WH Treg NIV ] τοῦ Ἰσραήλ ἐστιν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:3 ἰδίαν WH Treg ] + δικαιοσύνην NIV RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 τοῦ NIV RP ] – WH Treg
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ποιήσας WH ] + αὐτὰ Treg NIV RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 αὐτῇ WH Treg ] αὐτοῖς NIV RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 σου Treg NIV RP ] + ὅτι WH
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:14 ἀκούσωσιν WH Treg NIV] ἀκούσουσιν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software