Add parallel Print Page Options

13 καὶ κιννάμωμον [a]καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ [b]κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 καὶ ἡ ὀπώρα [c]σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ [d]οὐκέτι [e]οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, 16 [f]λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ [g]κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ [h]μαργαρίτῃ, 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.

Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ [i]ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ [j]ἔκραξαν κλαίοντες καὶ [k]πενθοῦντες λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.

21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς [l]μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24 καὶ ἐν αὐτῇ [m]αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 καὶ ἄμωμον WH Treg NIV ] – RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:13 κτήνη καὶ πρόβατα WH Treg NIV ] πρόβατα καὶ κτήνη RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 σου τῆς … ψυχῆς WH Treg NIV ] τῆς … ψυχῆς σου RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐκέτι WH NIV RP ] – Treg
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:14 οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NIV ] αὐτὰ οὐ μὴ εὕρῃς RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 λέγοντες WH Treg NIV ] καὶ λέγοντες RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 κεχρυσωμένη Treg RP ] + ἐν WH NIV
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:16 μαργαρίτῃ WH Treg NIV ] μαργαρίταις RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:18 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 ἔκραξαν WH ] ἔκραζον Treg NIV RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:19 πενθοῦντες WH Treg NIV ] + καὶ RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:21 μύλινον WH NIV ] μύλον Treg RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18:24 αἷμα WH Treg NIV ] αἵματα RP