ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:27-35
SBL Greek New Testament
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν [a]αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, [b]υἱὲ Δαυίδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ [c]ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω· 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ [d]ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν [e]μαλακίαν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:27 αὐτῷ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:27 υἱὲ WH RP ] υἱὸς Treg NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:30 ἐνεβριμήθη WH Treg NIV ] ἐνεβριμήσατο RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:32 ἄνθρωπον Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:35 μαλακίαν WH Treg NIV ] + ἐν τῷ λαῷ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software