Add parallel Print Page Options

20 Τότε [a]ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· 21 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σύ, Καφαρναούμ, [b]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου [c]καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις [d]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, [e]ἔμεινεν ἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:20 ἤρξατο WH Treg RP NA ] + ὁ Ἰησοῦς NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 καταβήσῃ WH Treg NIV ] καταβιβασθήσῃ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἔμεινεν WH Treg NIV ] ἔμειναν RP