ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:20-22
SBL Greek New Testament
20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22 ὁ δὲ Ἰησοῦς [a]στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:22 στραφεὶς WH Treg NIV ] ἐπιστραφεὶς RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25-34
SBL Greek New Testament
25 καὶ [a]γυνὴ οὖσα ἐν ῥύσει αἵματος [b]δώδεκα ἔτη 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 [c]ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι [d]Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29 καὶ [e]εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ [f]εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν [g]αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· [h]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 γυνὴ WH Treg NIV ] + τις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 δώδεκα ἔτη WH NIV ] ἔτη δώδεκα Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:27 ἀκούσασα Treg NIV RP ] + τὰ WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NIV ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:33 αὐτῇ WH Treg NIV ] ἐπ᾽ αὐτῇ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:34 Θυγάτηρ WH Treg NIV ] θύγατερ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43-48
SBL Greek New Testament
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [a]ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν [b]ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ [c]Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ [d]ἀποθλίβουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [e]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [f]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [g]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA ] – WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἀπ᾽ WH Treg NIV ] ὑπ᾽ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 Πέτρος WH NIV ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετ᾽ αὐτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 ἀποθλίβουσιν WH NIV ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software