ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:24-18:5
SBL Greek New Testament
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ [a]ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [b]εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς [c]εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν [d]ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
18 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ [e]προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 5 καὶ ὃς [f]ἐὰν δέξηται [g]ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Footnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:25 ἐλθόντα WH Treg NIV ] ὅτε εἰσῆλθεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:26 εἰπόντος δέ WH Treg NIV ] Λέγει αὐτῷ ὁ Πέτρος RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 εἰς WH Treg NA ] + τὴν NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 ἀναβάντα WH Treg NIV ] ἀναβαίνοντα RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:2 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5 ἐὰν WH NIV RP ] ἂν Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5 ἓν παιδίον τοιοῦτο WH NIV ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software