Add parallel Print Page Options

34 Καὶ διαπεράσαντες ἦλθον [a]ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

15 Τότε προσέρχονται τῷ [b]Ἰησοῦ ἀπὸ Ἱεροσολύμων [c]Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [d]αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς [e]εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, [f]οὐ μὴ [g]τιμήσει τὸν πατέρα [h]αὐτοῦ· καὶ ἠκυρώσατε [i]τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· [j]Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:2 αὐτῶν Treg NIV RP ] WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 οὐ WH Treg NIV ] καὶ οὐ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τιμήσει WH Treg NIV ] τιμήσῃ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP