The Parable of the Weeds Explained

36 Then he left the crowds and went into (A)the house. And his disciples came to him, saying, (B)“Explain to us the parable of the weeds of the field.” 37 He answered, “The one who sows the good seed is the Son of Man. 38 The field is the world, and the good seed is (C)the sons of the kingdom. The weeds are (D)the sons of the evil one, 39 and the enemy who sowed them is the devil. (E)The harvest is (F)the end of the age, and the reapers are angels. 40 Just as the weeds (G)are gathered and burned with fire, so will it be at (H)the end of the age. 41 (I)The Son of Man will send his angels, and they will gather out of his kingdom all (J)causes of sin and (K)all law-breakers, 42 (L)and throw them into the fiery furnace. In that place (M)there will be weeping and gnashing of teeth. 43 Then (N)the righteous will shine like the sun (O)in the kingdom of their Father. (P)He who has ears, let him hear.

Read full chapter

36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν [a]οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· [b]Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς [c]εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια [d]αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [e]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ [f]αἰῶνος· 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων [g]ὦτα ἀκουέτω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36 οἰκίαν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:36 Διασάφησον WH Treg NIV ] Φράσον RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:37 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:39 αἰῶνός WH Treg NIV ] τοῦ αἰῶνός RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 καίεται Treg RP ] κατακαίεται WH NIV
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:40 αἰῶνος WH Treg NIV ] + τούτου RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:43 ὦτα WH NIV ] + ἀκούειν Treg RP