Add parallel Print Page Options

20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν [a]τὸ πνεῦμα εὐθὺς [b]συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· [c]Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις [d]καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι [e]δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ [f]δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 [g]εὐθὺς κράξας ὁ πατὴρ τοῦ [h]παιδίου ἔλεγεν· [i]Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ [j]ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ [k]ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ [l]κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε [m]τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας [n]τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶ [o]εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ [p]κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν [q]προσευχῇ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NIV ] εὐθέως τὸ πνεῦμα RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 συνεσπάραξεν WH NIV ] ἐσπάραξεν Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:21 Ἐκ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 καὶ εἰς πῦρ αὐτὸν WH NIV ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 δύνῃ WH Treg NIV ] δύνασαι RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:23 δύνῃ WH Treg NIV ] δύνασαι πιστεῦσαι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 παιδίου WH Treg NIV ] + μετὰ δακρύων RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 Πιστεύω WH Treg NIV ] + κύριε RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NIV ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἐπιτάσσω σοι WH Treg NIV ] σοι ἐπιτάσσω RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NIV ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:26 τοὺς WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NIV ] αὐτὸν τῆς χειρός RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NIV ] εἰσελθόντα αὐτὸν RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 κατ’ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NIV ] ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:29 προσευχῇ WH NIV ] + καὶ νηστείᾳ Treg RP

20 So they brought him. When the spirit saw Jesus, it immediately threw the boy into a convulsion. He fell to the ground and rolled around, foaming at the mouth.(A)

21 Jesus asked the boy’s father, “How long has he been like this?”

“From childhood,” he answered. 22 “It has often thrown him into fire or water to kill him. But if you can do anything, take pity on us and help us.”

23 “‘If you can’?” said Jesus. “Everything is possible for one who believes.”(B)

24 Immediately the boy’s father exclaimed, “I do believe; help me overcome my unbelief!”

25 When Jesus saw that a crowd was running to the scene,(C) he rebuked the impure spirit. “You deaf and mute spirit,” he said, “I command you, come out of him and never enter him again.”

26 The spirit shrieked, convulsed him violently and came out. The boy looked so much like a corpse that many said, “He’s dead.” 27 But Jesus took him by the hand and lifted him to his feet, and he stood up.

28 After Jesus had gone indoors, his disciples asked him privately,(D) “Why couldn’t we drive it out?”

29 He replied, “This kind can come out only by prayer.[a]

Read full chapter

Footnotes

  1. Mark 9:29 Some manuscripts prayer and fasting