Add parallel Print Page Options

32 καὶ ἐκάθητο [a]περὶ αὐτὸν ὄχλος, [b]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [c]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [d]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [e]ἢ οἱ ἀδελφοί [f]μου; 34 καὶ περιβλεψάμενος [g]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [h]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [i]ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 RP ] καὶ WH Treg NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP