ΚΑΤΑ ΛΟΥΚΑΝ 9:10-20
SBL Greek New Testament
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς [a]πόλιν καλουμένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ [b]ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα [c]πορευθέντες εἰς τὰς κύκλῳ κώμας [d]καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς [e]ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ [f]ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας [g]ὡσεὶ ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως καὶ [h]κατέκλιναν ἅπαντας. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς [i]παραθεῖναι τῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με [j]οἱ ὄχλοι λέγουσιν εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [k]Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:10 πόλιν καλουμένην Βηθσαϊδά WH Treg NIV ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:11 ἀποδεξάμενος WH Treg NIV ] δεξάμενος RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:12 πορευθέντες WH Treg NIV ] ἀπελθόντες RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:12 καὶ WH NIV ] + τοὺς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:13 ὑμεῖς φαγεῖν Treg NIV RP ] φαγεῖν ὑμεῖς WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:13 ἄρτοι πέντε WH NIV ] πέντε ἄρτοι Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:14 ὡσεὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:15 κατέκλιναν WH Treg NIV ] ἀνέκλιναν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:16 παραθεῖναι WH Treg NIV ] παρατιθέναι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:18 οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:20 Πέτρος δὲ ἀποκριθεὶς WH Treg NIV ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
Luke 9:10-20
New International Version
Jesus Feeds the Five Thousand(A)(B)
10 When the apostles(C) returned, they reported to Jesus what they had done. Then he took them with him and they withdrew by themselves to a town called Bethsaida,(D) 11 but the crowds learned about it and followed him. He welcomed them and spoke to them about the kingdom of God,(E) and healed those who needed healing.
12 Late in the afternoon the Twelve came to him and said, “Send the crowd away so they can go to the surrounding villages and countryside and find food and lodging, because we are in a remote place here.”
13 He replied, “You give them something to eat.”
They answered, “We have only five loaves of bread and two fish—unless we go and buy food for all this crowd.” 14 (About five thousand men were there.)
But he said to his disciples, “Have them sit down in groups of about fifty each.” 15 The disciples did so, and everyone sat down. 16 Taking the five loaves and the two fish and looking up to heaven, he gave thanks and broke them.(F) Then he gave them to the disciples to distribute to the people. 17 They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.
Peter Declares That Jesus Is the Messiah(G)(H)
18 Once when Jesus was praying(I) in private and his disciples were with him, he asked them, “Who do the crowds say I am?”
19 They replied, “Some say John the Baptist;(J) others say Elijah; and still others, that one of the prophets of long ago has come back to life.”(K)
20 “But what about you?” he asked. “Who do you say I am?”
Peter answered, “God’s Messiah.”(L)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.