ΚΑΤΑ ΛΟΥΚΑΝ 14:7-14
SBL Greek New Testament
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε [a]ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον [b]πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ [c]ἀντικαλέσωσίν σε καὶ γένηται [d]ἀνταπόδομά σοι. 13 ἀλλ’ ὅταν [e]δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 ἐρεῖ WH Treg NIV ] εἴπῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 πάντων WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀντικαλέσωσίν σε WH Treg NIV ] σε ἀντικαλέσωσιν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀνταπόδομά σοι WH Treg NIV ] σοι ἀνταπόδομα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13 δοχὴν ποιῇς WH NIV ] ποιῇς δοχήν Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software