Add parallel Print Page Options

30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

31 Ἐβάστασαν [a]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ [b]ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ [c]πατρός· διὰ ποῖον αὐτῶν ἔργον [d]ἐμὲ λιθάζετε; 33 ἀπεκρίθησαν αὐτῷ οἱ [e]Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν [f]ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις [g]πιστεύετε, ἵνα γνῶτε καὶ [h]γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν [i]τῷ πατρί. 39 ἐζήτουν οὖν [j]πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ [k]πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:31 οὖν Treg RP ] – WH NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NIV] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 πατρός WH NIV ] + μου Treg RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἐμὲ λιθάζετε WH Treg NIV ] λιθάζετε ἐμὲ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:33 Ἰουδαῖοι WH Treg NIV ] + λέγοντες RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:34 ὅτι WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 πιστεύετε WH Treg NIV ] πιστεύσατε RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 γινώσκητε WH Treg NIV ] πιστεύσητε RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 τῷ πατρί WH Treg NIV ] αὐτῷ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:39 πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:42 πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NIV ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP